Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 39.1 Dem. 39.3 (English) >>Dem. 39.6

39.2εἰ μὲν οὖν ἑτέρου τινὸς οὗτος ἔφη πατρὸς εἶναι καὶ μὴ τοῦ ἐμοῦ, περίεργος ἂν εἰκότως ἐδόκουν εἶναι φροντίζων τι βούλεται καλεῖν οὗτος ἑαυτόν. νῦν δὲ λαχὼν δίκην τῷ πατρὶ τῷ ἐμῷ καὶ μεθʼ ἑαυτοῦ κατασκευάσας ἐργαστήριον συκοφαντῶν, Μνησικλέα τε, ὃν ἴσως γιγνώσκετε πάντες, καὶ Μενεκλέα τὸν τὴν Νῖνον ἑλόντʼ ἐκεῖνον, καὶ τοιούτους τινάς, ἐδικάζεθʼ υἱὸς εἶναι φάσκων ἐκ τῆς Παμφίλου θυγατρὸς καὶ δεινὰ πάσχειν καὶ τῆς πατρίδος ἀποστερεῖσθαι. 39.3 πατὴρ δέ (πᾶσα γὰρ εἰρήσεται ἀλήθειʼ, ἄνδρες δικασταί) ἅμα μὲν φοβούμενος εἰς δικαστήριον εἰσιέναι, μή τις, οἷʼ ὑπὸ πολιτευομένου, ἑτέρωθί που λελυπημένος ἐνταυθοῖ ἀπαντήσειεν αὐτῷ, ἅμα δʼ ἐξαπατηθεὶς ὑπὸ τῆς τουτουὶ μητρός, ὀμοσάσης αὐτῆς μήν, ἐὰν ὅρκον αὐτῇ διδῷ περὶ τούτων, μὴ ὀμεῖσθαι, τούτων δὲ πραχθέντων οὐδὲν ἔτʼ ἔσεσθαι αὐτοῖς, καὶ μεσεγγυησαμένης ἀργύριον, ἐπὶ τούτοις δίδωσι τὸν ὅρκον. 39.4 δὲ δεξαμένη, οὐ μόνον τοῦτον, ἀλλὰ καὶ τὸν ἀδελφὸν τὸν ἕτερον πρὸς τούτῳ κατωμόσατʼ ἐκ τοῦ πατρὸς εἶναι τοῦ ἐμοῦ. ὡς δὲ τοῦτʼ ἐποίησεν, εἰσάγειν εἰς τοὺς φράτερας ἦν ἀνάγκη τούτους καὶ λόγος οὐδεὶς ὑπελείπετο. εἰσήγαγεν, ἐποιήσατο, ἵνα τἀν μέσῳ συντέμω, ἐγγράφει τοῖς Ἀπατουρίοις τουτονὶ μὲν Βοιωτὸν εἰς τοὺς φράτερας, τὸν δʼ ἕτερον Πάμφιλον· Μαντίθεος δʼ ἐνεγεγράμμην ἐγώ.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 39.1 Dem. 39.3 (English) >>Dem. 39.6

Powered by PhiloLogic